Ancient Greek
62.2
Eudemus, Fragmenta 62.2
Unproofread scanNot analysed yet
μηποτε δὲ οὕτος ὁ λόγος καὶ πρὸς ἡμᾶς ἀπορήσει ὁμῶς, τοὺς λέγοντας μηδὲν εἶναι ἔξω τοῦ οὐρανοῦ ὡς τοῦ κοσμικοῦ σώματος, οὐ πέρας ὁ οὐρανός, τὴν ὅλην χώραν κατειληφότος. εἰ οὖν ἐν τῷ νῷτῳ τοῦ οὐρανοῦ γεγόμενος ἐκτείνω τὴν χεῖρα, ποῦ ἂν ἐκτανθείη· οὐ γὰρ δή εἰς τὸ μηδέν. οὐδὲν γὰρ τῶν ὄντων ἐν τῷ μὴ ὄντι. ἀλλ’ οὐδὲ κωλυθήσεται ἐκτείνειν· ὑπὸ γὰρ τοῦ μηδενὸς οὐ δυνατὸν κωλυθῆναι.