Ancient Greek
64.1
Eudemus, Fragmenta 64.1
Unproofread scanNot analysed yet
Simplicius fol. 111. ὅσως ἔρει τις ὅτι καὶ κατ’ αὐτὸν ἐξ ὅλης καὶ εἴδους ἐστὶ τὸ σύνθετον ὥστε καὶ τὴν ἀνάλυσιν εἰς ταῦτα γίνεσθαι, καὶ ὅμως οὐδέποτε φαίνεται ἐνταῦθα γομὴ ἢ ὅλη, ἀλλ’ οὐδὲ τὸ εἶδος καθ’ ἑαυτό. ἢ τούτου αἴτιον τὸ ἀεὶ μὲν ἔχειν τὴν ὅλην εἶδος ἐν ἑαυτῇ ἄλλοτε ἄλλο, τὴν δὲ γένεσιν ἐκ τῶν ἐναντίων εἴδων εἶναι, καὶ τὴν φθορὰν εἰς τὰ ἐναντία εἴδη; ἐπειδή οὖν τὸ ξύλον ψυχρὸν ἐκ τοῦ ξύλου θερμοῦ ἐγένετο, ὅταν φθαρῇ τὸ ξύλον ψυχρόν, εἰς τὸ ξύλον θερμὸν φθείρεται καὶ ὁρᾶται τοῦτο. κἂν λέγῃται οὖν ἐξ ὅλης καὶ τῶν ἐναντίων εἴδους γίνεσθαι τὰ γινόμενα, ἀλλ’ ἐκ μὲν τῆς ὅλης ὡς ἀεὶ ἐνυπαρχούσης, ἐκ δὲ τοῦ ἐναντίων εἴδους ὡς μεταβαλλόντος εἰς τὸ ἐναντίον. ἔοικε δὲ καὶ ὁ Εὐδόξιος ὡς ἀπορήσας τὴν ἀπορίαν ταύτην οὕτω πως λύειν. εἰπὼν γὰρ ὅτι ἐνταῦθα οὐ φαίνεται παρὰ τὰ Ἐμπεδοκλέια καὶ τὰ ἐκ τούτων οὐδέν, ἐπάρχει τοῖς δὲ τὸ ἄμορφον λέγουσιν ἐνδέχεσθαι· τὸ γὰρ τοῦτο ὑποκείμενον.