Ancient Greek
63.3
Eudemus, Fragmenta 63.3
Unproofread scanNot analysed yet
Aristoteles III, 5. p. 204, b. 22. ἀλλὰ μὴν οὔδ’ ἐν καὶ ἁπλοῦν εἶναι ἔνδέχεται τὸ ἄπειρον σῶμα, οὔτε ὡς λέγουσί τινες τὸ παρὰ τὰ στοιχεῖα, ἐξ οὗ ταῦτα γεννώσων οὐδ’ ἁπλῶς. εἰσὶ γὰρ τινες οἱ τοῦτο ποιῶσι τὸ ἄπειρον, ἀλλ’ οὐχ ἄερα ἢ ὕδωρ, ὡς μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἄπειρον αὐτῶν . . . ἀδύνατον δ’ εἶναι τοιούτον, οὐχ ὅτι ἄπειρον, ἀλλ’ ὅτι οὐχ ἔστι τοιούτον σῶμα αἰσθητὸν παρὰ τὰ στοιχεῖα καλούμενα· ἅπαντα γὰρ ἐξ οὗ ἐστι, καὶ διαλύεται εἰς τοῦτο, ὥστε ἤν ἄν ἐνταῦθα παρὰ ἄερα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ φαίνεται δ’ οὐδέν.