Ancient Greek
67.1 to 67.2
Eudemus, Fragmenta 67.1-2
Unproofread scanNot analysed yet
τὸ μέγεθος, ὡς τοῦ ἔξω τοῦ ἄστεος κατὰ τὸν τόπον ἔχοντος μόνον τὴν παραλλαγήν, καὶ ἔοικεν οὕτως ἐξηγεῖσθαι διὰ τὸ ἐπ’ ἄλλου καὶ ἄλλου ἀκούσαι τὸ ἄλλ’ οὐ . . ἐστὶν καὶ τὸ ἢ τοῦ . . ἔχομεν. Aristot. IV, 1. ὁμοίως δ’ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστι. τὰ τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσι εἶναι που (τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι· ποῦ γὰρ ἔστι τραγέλαφος ἢ σφίξ;) καὶ τῆς κινήσεως ἡ κοινὴ μάλιστα καὶ κυριωτάτη κατὰ τόπον ἐστὶν ἣν καλοῦμεν φοράν.