Ancient Greek
67.3
Eudemus, Fragmenta 67.3
Unproofread scanNot analysed yet
Simplicius fol. 121 b. καὶ κοινὴν μὲν ταύτην ἐκάλεσε τὴν κίνησιν ἢ ὡς κοινὴ ὑπὸ πάντων ὁμολογουμένην· πάντες γὰρ τῆς κατὰ τόπον κινήσεως μᾶλλον ἢ τῶν ἄλλων αἰσθανόμεθα . . ἢ κοινὴ αὐτὴν εἴπεν ὡς ταύτην μόνην πᾶσι τοῖς φυσικοῖς σώμασιν ὑπάρχουσαν· τὰ γὰρ οὐράνια τῶν ἄλλων πασῶν κινήσεων ὑπερέχοντα ταύτην ὅμως κινεῖται, διὸ καὶ κυριωτάτην αὐτὴν καλεῖ· κυριωτάτη γὰρ ἢ τῶν πρωτίστων καὶ ἀρχηγικωτάτων, καὶ μέντοι ὡς δεῖξει προϊὼν ὅτι πρώτη τῶν κινήσεων ἐστὶν ἡ φορὰ καὶ χρόνῳ καὶ φύσει καὶ αἰτίᾳ. κυριωτάτην δὲ εὐλόγως ἢ τωιαύτη. ἐν τισὶ δὲ ἀντὶ τοῦ κοινὴ πρώτη, καὶ οὕτω γράφει καὶ ὁ Εὐδήμους.