Ancient Greek
70.3
Eudemus, Fragmenta 70.3
Unproofread scanNot analysed yet
Simplicius fol. 124. καὶ ὅτι μὲν ὡς ὕλη οὐχ ἔστι στοιχεῖον οὔτε ἀρχὴ ὅλως οὔτε αἴτιον τῶν ὄντων, ἔδειξεν οὕτως. ὕλη ἐστὶν ἐξ ἧς συνίσταταί τι, τὸ δὲ ἐξ οὐ συνίσταται, τόπος οὐχ ἔστιν· ἢ ἄρα ὕλη τόπος οὐχ ἔστιν. ὅτι δὲ οὔτε εἶδος, οὔτε ποιητικὸν οὔτε τελικὸν αἴτιον ὁ τόπος, αὐτὸς μὲν παρήρκε δεῖξνύναι, δεῖξας δ᾽ ἂν ὅτι μὲν εἶδος οὐχ ἔστιν ἐκ τοῦ ἄλλου λέγεσθαι τὸν τόπον παρὰ τὸ ἐν τόπῳ, καὶ ἐν ταῖς ἀντιμεταστάσεσι τὰ μὲν εἴδη μεθίστασθαι, τὸν δὲ τόπον μένειν· ἀλλ᾽ οὔδε ποιητικὸν αἴτιόν ἐστιν ὁ τόπος· δεκτικὸς γὰρ τοῦ ἤδη γεγονότος ἐστίν, ἀλλ᾽ οὐχὶ ποιητικὸς τοῦ μὴ ὄντος. οὐ μέντοι οὔτε κινεῖ, οὔτε μεταβάλλει τὸ ἐν αὐτῷ ὁ τόπος, ἀλλὰ τοῦναντίον εἴπερ ἄρα ἡρεμεῖν ποιεῖ· τὸ γὰρ ἐν τῷ οἰκείῳ τόπῳ γενόμενον ἡρεμεῖ. διὸ καὶ ὁ Εὐδήμος ἐν τῷ τρίτῳ τῶν Φυσικῶν παρακολουθῶν τοῖς ἐνταῦθα λεγομένοις καὶ ὡς ὁμολογούμενον ἕκαστον τῶν αἰτίων ἀφαιρῶν τοῦ τόπου