Ancient Greek
70.4 to 71.7
Eudemus, Fragmenta 70.4-71.7
Unproofread scanNot analysed yet
ἀλλ᾽ ἄρ᾽ γε φησὶν ὡς τὸ κινήσαν; ἢ οὐδ᾽ οὕτως ἐνδέχεται ὡ Δημόκριτε; δεῖ γὰρ κινητικὸν εἶναι καὶ ἔχειν τινὰ δύναμιν. τὸ γὰρ κενὸν τόπον εἰπεῖν ὁ Δημόκριτος ὅπερ τῇ ἑαυτοῦ φύσει ὅλως δὲ τὸ τέλος καὶ οὐ δι’ ἑνεκα οὐχ ἔστι τι καθ’ αὐτό, ἀλλ’ ἐκεῖνον τελειότης ἐστίν οὗ λέγεται τέλος. Simplicius fol. 128. ὁ δὲ Εὔδημος δεικνύς ὅτι οὐχ ἔστιν ὁ τόπος ἢ ὕλη, καὶ τοῦτο προ τίθησι· ἔτι δὲ ἡ μὲν ὕλη κινεῖται, ὁ δὲ τόπος ἀκίνητος. δῆλον δὲ ὅτι καὶ τῷ εἴδει ἐφαρμόττει ὁ αὐτὸς διορισμός. καὶ γὰρ αὐτὸ κινεῖται. ψυχροῖς καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ. Simplicius fol. 128 b. σημειωτέον δὲ ὅτι ὁ Ἀλέξανδρος, ὅτι κενοῦν ὧντως καὶ ἀδύνατον καὶ ἀδρανὲς ἂν ἦν εἴπερ ἦν. μήποτε τοῦ ὑποκειμένου παράδειγμα τὴν ὑγίειαν παραδέμενος, ἐπήγαγε καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ, ὡς τοῦ εἴδους ἐν ὑποκειμένῳ ὄντος. καὶ τοῦ τὸ μὲν ἐν ὑποκειμένῳ συμβεβηκὸς εἶναι, τὸ δὲ εἶδος οὐσίαν φαίη ἂν τις. καὶ τὸ μὲν ἐν ὑποκειμένῳ οὐχ ἔστι οὖν ὡς τέλος; τοῦτο γὰρ δοκεῖ διὰ τὴν ἐπ’ αὐτὸν τῶν σωμάτων φοράν καὶ τὴν ἕφεσιν τῆς τοῦ οἰκείου τόπου καταλήψεως, εἰς ὃν καὶ ἐλθόντα ἡρεμεῖ τὰ σώματα· τέλους δὲ τοῦτο ἴδιον τὸ ἐν αὐτῷ γενόμενον ἡρεμεῖν καὶ ἀναπεπαύσθαι. ἀλλ’ εἰ ἄλλο ὁ τόπος καὶ ἄλλο τὸ ἐν τόπῳ εἶναι, ὡς δηλοῖ καὶ ἡ ποῦ κατηγορία ἄλλη οὖσα παρὰ τὸν τόπον αὐτὸν ἐν τῷ ποσῷ τεταγμένον,