Ancient Greek
71.9
Eudemus, Fragmenta 71.9
Unproofread scanNot analysed yet
τὸ δὲ τέλος τοῖς σώμασιν οἰκεῖον, οὐχ ἂν εἴη ὁ τόπος τὸ τέλος. μέρος τοῦ συνθέτου, ὡς αὐτὸς ἐν κατηγορίαις ὡρίσωτο λέγων ὅ ἐν τινι μὴ ὡς μέρος ἄν ἀδύνατον εἶναι χωρὶς τοῦ ἐν φ̓ ἐστι, τὸ δὲ εἶδος μέρος ἐστὶ τοῦ ἐξ ὕλης καὶ εἴδους. καὶ Εὐδήμος δὲ τούτοις παρακολουθῶν καὶ εἰπών· ἄλλως δὲ τὰ πάθη καὶ αἱ ἕξεις ἐν ταῖς οὐσίαις, ἐπήγαγεν· ἐπισκεπτέον δὲ εἰ οὕτω καὶ τὸ σχῆμα καὶ ὅλως ἡ μορφὴ ἐν τῇ ὕλῃ, καὶ αὐτὸς δηλοῦντι τὴν διαφορὰν ἐνδεικνύμενος. ἔωκεν οὖν ὡς ἐν λαμβάνειν τὸ τε ὡς εἶδος ἐν ὕλῃ καὶ τὸ κυρίως ἐν ὑποκειμένῳ κατὰ κοινὴν τινα φύσιν τοῦ μορφωτικοῦ· ἄμφω γὰρ μορφωτικὰ τοῦ ὑποκειμένου ἐστί.