Ancient Greek
72.3
Eudemus, Fragmenta 72.3
Unproofread scanNot analysed yet
Simplicius fol. 131. μέλλων οὖν ἐπὶ τὴν εὑρεσιν τοῦ τόπου χωρεῖν λύει πρῶτον ταύτην τὴν ἀπορίαν ἐκ τῆς τοῦ ἐν τινι διαιρέσεως ἣν προέλαβεν εἰκῶτος. εἰκῶτος δὲ καὶ τὸ μηδὲν εἶναι ἐν ἑαυτῷ προσαπέδειξεν, ἵνα μὴ τις οἴηθῇ τὸν Ζήνωνος λύειν λόγον, λέγον τὸ μὲν σῶμα ἐν τόπῳ, τὸν δὲ τόπον ἐν ἑαυτῷ, καὶ οὕτω τὸ ἐπ’ ἄπειρον ἰστάνειν. μᾶλλον οὖν ἐκ τῆς τῶν ἐν τινι διαφορᾶς λύει οὕτως. εἰ μὲν γὰρ μοναχῶς τὸ ἐν τινὶ ἐπὶ τοῦ ἐν τόπῳ ἐλέγετο, ἄλυτος ἂν ἦν ἡ τοῦ Ζήνωνος ἀπορία, εἴπερ πᾶν τὸ ὂν εἴτε τὸ ἀπλῶς, εἴτε τὸ σωματικὸν ἐν τινὶ ἐστίν, ὡς οἱ παλαιοὶ πάντες ἐδόξασον ὀνειροπολοῦντες τὴν ἐν τῇ ὕλῃ ὡς ὁ Πλάτων φησὶν τῶν εἰδῶν ὑπόστασιν. ἐπεὶ δὲ πολλαχῶς λέγεται τὸ ἐν