Ancient Greek
73.1
Eudemus, Fragmenta 73.1
Unproofread scanNot analysed yet
τινι, οὐδὲν κωλύει τὸν τόπον ἐν ᾧ ἐστι τὸ σῶμα, εἶναι μὲν καὶ αὐτὸν ἐν τινι, οὐ μὴν ἐν τόπῳ· οὐδὲν γὰρ κωλύει τὸ μὲν ἐν ἄλλῳ εἶναι, τὸ δὲ ἐν ἄλλῳ· ἢ γὰρ ὑγεία ἐν θερμοῖς, ἀλλ’ ὡς ἕξις, τὸ δὲ θερμὸν ἐν σώματι ἀλλ’ ὡς πάθος, τὸ δὲ σῶμα ἐν τόπῳ. διαφέρει δὲ ἡ ἕξις τοῦ πάθους καθάπερ ἡ μὲν τελειότης καὶ εἶδος ἐστιν ὡς καὶ πρότερον ἐννημόνευσε, τὸ δὲ διάθεσις εὐαπύβλητος καὶ οὐχ οὐσιωποῖς· τοιαῦται γὰρ καὶ ἐν κατηγορίαις αἱ παθητικαὶ ποιότητες ἐλέγοντο. οὕτω δὲ οὐδὲν κωλύει τὸ μὲν σῶμα ἐν τόπῳ εἶναι, τὸν δὲ τόπον ἐν ἄλλῳ τινί, ὡς τὸ πέρας ἐν τῷ οὐ ἐστὶ πέρας καὶ ἡ ἐπιφάνεια ἐν τῷ σώματι. ἀλλὰ κα-10 λῶς ὁ Ἀλέξανδρος ζητεῖ κατὰ τίνα τῶν προειρημένων τοῦ ἐν τινι τρόπων ἡ ἐπιφάνειά ἐστιν ἐν τῷ σώματι, καὶ ὅλως τὸ πέρας ἐν τῷ περατουμένῳ πότερον ὡς πάθος ἢ ἕξις ἢ ὅλως ὡς ἐν ὑποκειμένῳ, ἢ μᾶλλον ὡς μέρος ἐν ὅλῳ· μέρος γὰρ πως ἡ ἐπιφάνεια ἢ μὲν ὡς πέρας τοῦ πεπερασμένου σώματος, ἢ δὲ 15 κατὰ μήκος καὶ πλάτος ἀφωρισμένη μέρος ἐστὶ τοῦ σώματος τοῦ κατὰ τὰς τρεῖς διαστάσεις οὐσιωμένου. πρῶτον δὲ τόπον εἴπε τὸν προεχῶς περιέχοντα, ἐπειδὴ καὶ ὁ ἀήρ σῶμα ὧν λέγεται εἶναι τόπος τινὸς ἢ τούτου πέρας ὁ προεχῶς περιέχων τόπος. ἐν δὴ τούτοις ἀξιᾷ μοι δοκεῖ ζητήσεως πρῶτον μὲν 20 πῶς λύεται ὁ Ζήνωνος λόγος ἀπὸ τῆς τοῦ ἐν τινι διαφορᾶς, εἴπερ πᾶν τὸ ὃν ἐν τινὶ ἐστὶν ἕτερῳ. χῶν γὰρ τὸ σῶμα ἐν τινι ὡς ἐν τόπῳ, ὁ δὲ τόπος ἐν τινι ὡς πέρας, καὶ ἐκεῖνο πάλιν ἐν τινι ἔσται καὶ ἐκεῖνο, καὶ οὕτως ἐπ’ ἄπειρον· δεύτερον δὲ πῶς ἐνταῦθα μὲν τὸν Ζήνωνος λύει λόγον ἐκ τῆς τῶν ἐν 25 τινι διαφορᾶς, ὡς τοῦ Ζήνωνος οὕτως ἐρωτῶντος, εἰ ὁ τόπος ἐστὶ τι, ἐν τινι ἔσται. πρότερον δὲ ἔλεγεν ἢ γὰρ Ζήνωνος ἀπορία ζητεῖ τινα λόγον· εἰ γὰρ πᾶν τὸ ὃν ποῦ ἐστι, δηλοῦντι καὶ