Ancient Greek
74.2
Eudemus, Fragmenta 74.2
Unproofread scanNot analysed yet
ἐπὶ ταὐτὸν δὲ καὶ ἡ Ζήνωνος ἀπορία φαίνεται ἄγειν· ἀξίον γὰρ πᾶν τὸ ὂν ποῦ εἶναι. εἰ δὲ ὁ τόπος τῶν ὄντων, ποῦ ἂν εἴη. οὐκοῦν ἐν ἄλλῳ τόπῳ, 20 χάκεῖνος δὴ ἐν ἄλλῳ, καὶ οὕτως εἰς τὸ πρόσω. καὶ ὁρᾷς ὅτι καὶ ὁ Εὔδημος πρὸς τὸ τῆς ἀπορίας χρήσιμον τὸ ποῦ εἰς τὸ ἐν τόπῳ μετέλαβεν. ὅπως δὲ καὶ αὐτὸς ἐξέλαβε τὸ ποῦ καὶ ὅτι κατὰ κοινὸν σημαίνόμενον, δῆλον γίνεται ἐν οἷς λύει καὶ αὐτὸς τὸν Ζήνωνος λόγον γράφων οὕτως·