Ancient Greek
74.1
Eudemus, Fragmenta 74.1
Unproofread scanNot analysed yet
τοῦ τόπου τόπος ἔσται. εἰ γὰρ μὴ ἐν τινι ἀλλ’ ἐν τόπῳ ἔλεγε τὸ ὂν ἀντίχρως, πῶς ἔτι δυνατόν ἦν διὰ τῆς τῶν ἐν τινι διαφορᾶς λύσαι τὴν ἀπορίαν λέγοντα ὡς νῦν εἴρηται, ὅτι τὸ μὲν σῶμα ἐν τόπῳ, ὁ δὲ τόπος ἐν ἄλλῳ, εἴπερ καὶ αὐτὸς διὰ τὸ 5 τῶν ὄντων εἶναι ἐν τόπῳ ἐστί. καὶ πρὸς μὲν τοῦτο ῥητέον ὅτι ἔοικεν ἐν μηδετέρῳ τούτων τῶν χωρίων ἐπ’ αὐτῆς θεῖναι τῆς λέξεως τὸν Ζήνωνος λόγον, ἀλλ’ ἐκεῖνον μέσων τι εἰπόντος ὅπερ ἐδύνατο καὶ εἰς τὸ ἐν τόπῳ μεταλαμβάνεσθαι καὶ εἰς τὸ ἐν τινι, αὐτὸς τὴν μὲν ἀπορίαν ἐπιτιμῶν εἰς τὸ ἐν τόπῳ μετέλαβε, τῇ 10 δὲ λύσει συνεργῶν εἰς τὸ ἐν τινι. τί οὖν τοῦτο τὸ μέσον ἐστί; ἢ τὸ ποῦ; τοῦτο γὰρ ὡς ἔοικε καὶ τὸ ἐν τόπῳ καὶ τὸ ἐν τινι σημαίνει. καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐμνήσθη τοῦ ποῦ πρὸ τοῦ θεῖναι τὸν ἕτερον λόγον εἰπών· ἔτι δὲ καὶ αὐτὸς εἰ ἔστι τι τῶν ὄντων, ποῦ ἔσται; τὸν δὲ λόγον ἐρωτῶν εἰς τὸ ἐν τόπῳ τὸ ποῦ 15 μετέλαβεν εἰπών· εἰ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ. καὶ ὁ Εὔδημος δὲ οὕτως ἱστορεῖ τὴν Ζήνωνος δόξαν λέγων