Ancient Greek
75.8
Eudemus, Fragmenta 75.8
Unproofread scanNot analysed yet
οὕτως ὁ τόπος ἄγγειον ἀμετακίνητον. Simplicius fol. 213b. τάχα ἐν τοῖς περὶ τόπου ἀξιώμασι διὰ γένῃται τοιούτω, τὰ μὲν μόρια κινῆσεται αὐτοῦ (περιέχεται γὰρ ὑπ’ ἀλλήλων), τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινῆσεται ἔστι δὲ ὡς οὔ· ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει, κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὕτως ὁ τόπος· καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δ’ ἔνια. τὰ δὲ καὶ ἄνω καὶ κάτω ὅσα ἔχει πύκνωσιν καὶ μᾶνωσιν. ὥσπερ δ’ ἐλέχθη, τὰ μὲν ἐστὶν ἐν τόπῳ . . . καθ’ αὐτὰ οἷον πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατ’ αὔξησιν κινητὸν καθ’ αὐτὸ που, ὁ δ’ οὐρανός, ὥσπερ εἴρηται, οὐ που ὅλος οὐδ’ ἐν τινι τόπῳ ἐστίν, εἰ γε μηδὲν αὐτὸν περι- 10 ἔχει σῶμα. ἐφ’ ᾧ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις· ἕτερον γὰρ ἕτερον ἐχόμενον τῶν μορίων ἐστίν, τὰ δὲ κατὰ συμβεβηκὸς οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός· τὰ γὰρ μόρια ἐν τόπῳ πως πάντα. ἐπὶ τῷ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο. διὸ κινεῖται μὲν κύκλῳ τὸ ἄνω, τὸ δὲ πᾶν οὐ που. τὸ γὰρ που 15 αὐτὸ τ’ ἐστὶ τι καὶ ἔτι ἄλλο τι δεῖ εἶναι παρὰ τοῦτο ἐν ᾧ ἡ περιέχει· παρὰ δὲ τὸ πᾶν καὶ ὅλον οὐδὲν ἐστὶν ἔξω τοῦ παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως. ἔστι δ’ ὁ τόπος οὐχ ὁ οὐρανὸς ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον καὶ ἀπόμενον τοῦ κινητοῦ σώματος πέρας ἡρεμοῦν. 20 καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δ’ ἐν τῷ ἀέρι, οὗτος δ’ ἐν τῷ αἰθέρι, ὁ δ’ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δ’ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ.