Ancient Greek
76.2
Eudemus, Fragmenta 76.2
Unproofread scanNot analysed yet
Simplicius fol. 138 b. πολλὴν δὲ ἀσάφειαν τοῖς προκειμένοις ἐποίησε τὸ ποτὲ μὲν τὸ πᾶν, ποτὲ δὲ τὸν οὐρανὸν ὀνομάζειν, 25 καὶ μῆποτε περὶ ἀμφοῖν ποιεῖσθαι τὸν λόγον ὡς ἕνα τὸν ὅλον οὐρανὸν παραλαμβάνων, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, φημὶ δὴ διὰ τὸ μὴ περιέχεσθαι ὑπὸ τινος, ὁμοίως καὶ τὸ πᾶν καὶ τὸν οὐρανὸν λέγων μὴ εἶναι ἐν τόπῳ. ὁ δὲ Εὐδήμος τὸ μὲν πᾶν οὐδὲ ὀνομάζει, ἐπὶ δὲ τοῦ οὐρανοῦ τὴν ζήτησιν ποιεῖται τοῦ ὅλου καὶ 30 αὐτὸς ὡς οἶμαι, γράφων οὕτως, εἰπὼν ὅτι τοῦ περιέχοντος ἢ περιέχον πέρας ὁ τόπος ἂν εἴη ἀκινήτου ὄντος, ἐπήγαγεν·