Ancient Greek
80.1
Eudemus, Fragmenta 80.1
Unproofread scanNot analysed yet
ἀπλῶς· τρεῖς γὰρ ἱστορεῖ περὶ χρόνου δόξας τὰς μυδιχωτέρας παρεις . . . . εἶτα καὶ ἄλλο τίθησι πρὸς τὸ αὐτὸ ἐπιχείρημα. εἰ γὰρ πλείους ἦσαν (φησίν) οὐρανοί, τουτέστι κόσμοι, ὥσπερ ὑποτίθενται οἱ περὶ Δημόκριτον, ἡ ἐκάστου ἂν αὐτῶν περιφορὰ χρόνος ἦν. οὕτω δὲ πολλοὶ ἂν ἅμα ἦσαν χρόνοι, ὅπερ ἀδύνατον· κινήσεις γὰρ ἅμα πλείους εἶναι δυνατόν, χρόνους δὲ ἀδύνατον· τὸ γὰρ αὐτὸ νῦν πανταχοῦ τὸ αὐτό. ὁ δὲ Εὐδήμος καὶ ἄλλας ἐπιχειρήσεις τίθησιν ὧν οὐδὲν ἄτοπον δι’ αὐτῆς ἀκούειν τῆς λέξεως λεγούσης·