Ancient Greek
80.2
Eudemus, Fragmenta 80.2
Unproofread scanNot analysed yet
ἐτι δὲ ἡ μὲν κίνησις ἢ τοῦ παντὸς δῆλον ὅτι ἐν τούτῳ ἐστίν, οἷον ἡ Διάρους βάδις ἐν Διαρεί, καὶ ἡ τοῦ οὐρανοῦ ἄρα ἐν τῷ οὐρανῷ αὐτοτελής. τοῦτο δὲ ἄτοπον· οὐ δοκεῖ γὰρ ὁ χρόνος ἐν τῷ οὐρανῷ εἶναι, ἀλλὰ μᾶλλον ὁ οὐρανὸς ἐν τῷ χρόνῳ· ἐτι δὲ ἀτοπώτερον τὸ μὴ εἶναι χρόνον ἄλλοθι· ὁ γὰρ οὐρανὸς ἐν τῷ αὐτῷ ἀεί, ἐν ἄλλῳ δὲ οὐδενί. οὐκ ἔσται ἄρα οὔτε ἐν γῇ οὔτε ἐν θαλάττῃ ὁ χρόνος. εἰ δὲ μὴ τὴν ὅλην περιφορὰν λεκτέον τὸν χρόνον, ἀλλ’ ὁμοίως τὴν οὐτινοσοῦν τῶν μορίων, ἕκαστον δὲ τῶν μορίων ἕτερον τοῦ οὐρανοῦ, ὁμοίως δὲ καὶ ὁ οὐρανὸς τῶν μορίων καὶ αἱ κινήσεις ἕτεραι τοῦ τε ὅλου καὶ τῶν μορίων ἑκάστου. εἰ οὖν αἱ κινήσεις ἕτεραι (φησίν), ὁ δὲ χρόνος οὐχ ἕτερος, ἀλλ’ ὁ αὐτός, οὐκ ἂν εἴεν αἱ κινήσεις ὁ χρόνος ὥστε οὔτε ἡ τοῦ παντὸς οὔτε αἱ τῶν μορίων κινήσεις ὁ χρόνος ἐστίν.