Ancient Greek
81.2
Eudemus, Fragmenta 81.2
Unproofread scanNot analysed yet
ὁ δὲ Ἰάμβλιχος ἐν τῷ ὁδοῦ τῶν εἰς Τίμαιον ὑπομνημάτων καὶ ταῦτα πρὸς τὴν δόξαν ἐπήγαγε· πᾶσα κίνησις ἐν χρόνῳ, κινήσεις πολλαὶ ὁμοῦ ἐνίστανται, τὰ δὲ τοῦ χρόνου μόρια ἄλλα ἄλλοτε. ἡ κίνησις περὶ τι μένον φέρεται, χρόνῳ δὲ οὐδὲν ἡρεμίας δεῖ· κινήσει κίνησις ἢ ἡρεμία ἐναντιοῦνται τῇ μὲν ἐν γένει ἢ ἐν γένει, τῇ δὲ ἐν εἴδει ἢ ἐν εἴδει, χρόνῳ δὲ οὐδέν. ὁ δὲ Ἀλέξανδρος φιλονεικῶν δεῖξαι τοῦ Πλάτωνος δόξαν εἶναι τὴν λέγουσαν χρόνον εἶναι τὴν τοῦ οὐρανοῦ φορὰν πρῶτον μὲν τὸν Εὐδήμονα μαρτυρεῖται λέγοντα·