Ancient Greek
80.3 to 81.1
Eudemus, Fragmenta 80.3-81.1
Unproofread scanNot analysed yet
εἶτα προσελθὼν καὶ ταῦτά φησι· οἱ δὲ λέγοντες τὴν τοῦ ἡλίου κίνησιν τὸν χρόνον πῶς ἐροῦσι περὶ τῶν ἄλλων ἀστέρων; οὐ γὰρ πάντων αἱ αὐταὶ φοραί. εἰ μὲν οὖν πᾶσαι χρόνοι ἕτεραι οὐσαι, αὐτὸ τοῦτο ἄτοπον, καὶ ἔσονται πολλοὶ χρόνοι ἅμα· εἰ δὲ μὴ χρόνοι εἰσὶ καὶ αἱ τῶν λοιπῶν φοραί, διαφορὰν λεκτέων, διὰ τί ἡ μὲν τοῦ ἡλίου φορὰ χρόνος, ἡ δὲ τῆς σελήνης οὐ χρόνος οὐδὲ δὴ αἱ τῶν ἄλλων. τοῦτο δὲ ἔοικεν οὐκ εὐμαρεῖ.