Ancient Greek
82.3 to 83.3
Eudemus, Fragmenta 82.3-83.3
Unproofread scanNot analysed yet
καὶ οὕτω μὲν ἑκάστην περίοδον χρόνον τινὰ δοκεῖ λέγειν, τὴν δὲ τοῦ παντὸς μίαν τὸν ὅλον χρόνον· φησὶ γὰρ ὡς ὁ τέλειος ἀριθμὸς χρόνου τὸν τέλειον ἑαυτὸν πληροῖ τότε, ὅταν ἁπάσων τῶν περιόδων τὰ πρὸς ἄλληλα συμπεραθέντα τύχῃ σχῆ κεφαλὴν τῷ τοῦ ταυτοῦ καὶ ὁμοίως ἀναμετρηθέντα κύκλῳ. ὅτι δὲ οὐ τὴν κίνησιν τῶν οὐρανίων ὁ Πλάτων λέγει τὸν χρόνον, ἀλλὰ τὸ μέτρον τῆς κινήσεως, σαφὲς μὲν οἶμαι καὶ ἐκ τούτων τῶν παραγεγραμμένων ἐστί. τὸ γὰρ διὰ τὸ μὴ ἀριθμοῖς συμ- ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνενόησε τῶν αἰδίων θεῶν 10 γεγονὸς ἄγαλμα ἡ ἐγέννησε πατὴρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ὁμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον αἰδίον ὂν, καὶ τοῦδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιούτον ἀποτελεῖν. ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὕσα αἰώνιος. καὶ τοῦτο μὲν 15 δὴ τῷ γενητῇ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν, εἰκῶ δ' ἐπινοεῖ κινητὴν τινα αἰῶνος ποιῆσαι καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατ' ἀριθμὸν ἰούσαν αἰώνιον εἰκόνα τοῦτον ὃν δὴ χρόνον ὠνομάχαμεν. μετρεῖσθαι τὰς περιόδους, διὰ τοῦτο μὴ εἰδέναι χρόνον ὄντα τὰς καὶ ὅτι μὲν πάντων ὑφισταμένων ἅμα ὑπὸ τοῦ δημιουργοῦ τὴν 20 πρὸς ἄλληλα τάξιν ὁ λόγος ἐνεδείξατο, δῆλον. εἰ γὰρ ἅμα τῷ οὐρανῷ γέγονεν ὁ χρόνος, ὡς δηλοῖ τὸ μετ' ὀλίγον τούτων εἰρημένον· χρόνος δ' οὐν μετ' οὐρανῷ γέγονε, δῆλον ὅτι οὐδέτερον οὐδετέρου προηγείται τῷ χρόνῳ. πῶς δ' ἂν καὶ χρόνου τι τῷ χρόνῳ προϋπῆρχεν; εἰ δὲ κινηθέντι τῷ παντὶ τὸν χρόνον ἐπεῖσ-25 γαγε, δῆλον ὅτι οὐ ταὐτὸν ὁ χρόνος καὶ ἡ κίνησις κατ' αὐτόν. ἀλλὰ τελειωτικὸς πῶς ὁ χρόνος τῆς κινήσεως. καὶ ὅταν δὲ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον λέγῃ προηγείσθαι τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων ἐν οἷς φησὶ τούτων πλάνας σαφῶς δηλοῖ ὅτι ὁ χρόνος κατὰ τὸ μέτρον εἶναι τῶν κινήσεων ἔχει τὴν οὐσίαν. ἐπὶ δὲ ἐναργεστέρον ἐστι μαθεῖν