Ancient Greek
83.5 to 83.9
Eudemus, Fragmenta 83.5-9
Unproofread scanNot analysed yet
ὅτι οὐ ταὐτὸν τὴν κίνησιν καὶ τὸν χρόνον φησὶν ὁ Πλάτων, ἐὰν δ ἐβρωμεν ἤδη κινηθέντι τῷ παντὶ κατὰ τὸν λόγον διὰ τὴν τῆς ψυχῆς μετουσίαν τότε ὡς μέτρον τῆς κινήσεως ἐπαγαγόντα τὸν χρόνον· λέγει δὲ οὕτως ἐν τῷ Τιμαίῳ μετὰ τὴν τοῦ σωματoειδοῦς ψύχωσιν βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δ’ οὐδὲν εἶναι κατὰ δύναμιν οὕτω δή πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἔχον, ἀλλὰ πλημμελῶς καὶ ἀτάκτως κινούμενον εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας ἠγησάμενος ἐκεῖνο τούτων πάντως ἀμείνον.