Ancient Greek
84.3
Eudemus, Fragmenta 84.3
Unproofread scanNot analysed yet
Aristot. IV, 11. ἀλλὰ μὴν οὐδ’ ἄνευ γε μεταβολῆς· ὅταν γὰρ μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν ἢ λάδωμεν μεταβάλλοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἡρωσιν, ὅταν ἐγερθῶσιν· συνάπτουσι γὰρ τὸ πρότερον νῦν τῷ ὑστερον νῦν καὶ ἐν ποιούσιν ἐξαιροῦντες διὰ τὴν ἀνασθησίαν τὸ μεταξὺ.