Ancient Greek
85.1
Eudemus, Fragmenta 85.1
Unproofread scanNot analysed yet
Simplicius fol. 167. ὅτι δὲ οἱ τῇ κινήσει μὴ παρακολουθοῦντες οὐδὲ τοῦ χρόνου συναισθάνονται, ἡμεῖς μὲν ὡς εἴπον ὁσήμεραι ἐκ τῶν ὕπνων γινώσκομεν, ὁ δὲ Ἀριστοτέλης ἀπὸ μακροτέρου πιστοῦται τοῦτο ὕπνου τῶν ἐν Σαρδοῖ τῇ νήσῳ παρὰ τοῖς ἡρωσι μυθολογουμένων καθεύδειν· ἐννέα γὰρ τῷ Ἡρακλεῖ γεγονότων παιδῶν ἐκ τῶν Θεστίου τοῦ Θεσπίεως θυγατέρων ἐν Σαρδοῖ τελευτησάντων ἔλεγον ἕως Ἀριστοτέλους, τάχα δὲ καὶ Ἀλεξάνδρου τοῦ ἐξηγητοῦ τῶν Ἀριστοτέλους ἀσππτὰ τε καὶ ὁλόκληρα διαμένειν τὰ σώματα καὶ φαντασίαν καθευδόντων παρεχόμενα . . . ὁ μέντοι Εὐδήμους τὴν ἀπὸ τῆς Σαρδοῦς παρεῖς πίστιν ἐκ τινος Ἀθήνησι συμβεβηκότος αὐτὸς τὸ λεγόμενον πιστοῦται. λέγεται γὰρ φησι θυσίας οὖσης δημωτελοῦς ἐστιᾶσθαι τινὰς ἐν καταγείῳ σπηλαίῳ· μεθυσθέντας δὲ κατακομηθῆναι πρὸς ἡμέραν ἤδη καὶ αὐτοὺς καὶ τοὺς οἰκέτας, καὶ καθεύδειν τὸ λοιπὸν τῆς νυκτὸς καὶ τὴν ἡμέραν καὶ ἐπὶ τὴν νύκτα. ἐπεgerθέντα γὰρ ἕνα τινὰ ὡς εἶδεν ἀστέρας πάλιν ἀπελθόντα ἀναπνεῦσθαι. τῆς δὲ ἐπιούσης ἡμέρας ὡς ἡτέρθησαν, τὴν κουρεώτιν ἄγειν ὕστερον τῶν ἄλλων ἡμέραν, ὅθεν δὴ καὶ κατανοηθῆναι τὸ συμβάν. κουρεώτις δὴ ἦν ἡ τρίτη τῶν ἀπατουρίων ἡμέρα, ὥσπερ ἡ πρώτη δυρπία, καὶ ἡ δευτέρα ἀνάρρυσις, καὶ ἡ τετάρτη ἐπίβδα. μετὰ τὴν τῆς δευτέρας οὖν θυσίαν καθευδήσαντες τὴν ἐφεξῆς ἡμέραν καὶ τὴν μετ’ αὐτὴν νύκτα, τὴν τετάρτην λοιπὸν ἀντὶ τῆς τρίτης ὡς κουρεώτιν ἤγον.