Ancient Greek
85.3
Eudemus, Fragmenta 85.3
Unproofread scanNot analysed yet
Simplicius fol. 167 b. καὶ ὁ Εὐδήμους ἐν τῷ τρίτῳ τῶν φυσικῶν τὴν αὐτὴν ἔχων γνώμην φαίνεται, ὅτι διὰ μὲν τὸ μέγεθος ἡ κίνησις συνεχής, διὰ δὲ τὴν κίνησιν ὁ χρόνος γράφωσ οὕτως· ἀναλαβόντες δὴ πάλιν λέγωμεν, ὅτι τῶν συνεχῶν ὁ χρόνος εἶναι δοκεῖ καὶ τῶν μεριστῶν. οὐκοῦν καὶ ἡ κίνησις τε καὶ τὸ μήκος. τίς οὖν τούτων ἀρχὴ καὶ τίνι πρῶτως ὑπάρχει ταῦτα; ἀρ’ οὖν τῷ μὲν μήκει καὶ τῷ σώματι καθ’ αὐτὰ φαίνεται ταῦτα ὑπάρχειν; οὐ γὰρ τῷ εἶναι τι αὐτῶν οὔδὲ τῷ τοιαῦτα εἶναι μερίζεται καὶ συνεχὴ ἐστίν. ἡ δὲ κίνησις τῷ ἐπὶ μήκους εἶναι συνεχὴς τε καὶ μεριστὴ φαίνεται, συνεχὴς μὲν τῷ ἐπὶ συνεχοῦς εἶναι, μεριστὴ δὲ τῷ διαιρεῖσθαι ὥσπερ τὸ μήκος· ὅ, τι γὰρ ἂν ληφθῇ τοῦ μήκους μόριον, τοῦτο καὶ τῆς κινήσεως ἐστίν. ὁμοίως δὲ καὶ τοῦ χρόνου. ὡς γὰρ ἡ κίνησις, οὕτω καὶ τὸν χρόνον οἴομεθα μερίζειν.