Ancient Greek
85.2
Eudemus, Fragmenta 85.2
Unproofread scanNot analysed yet
Aristoteles IV, 11. p. 219, 10. ἐπεὶ δὲ τὸ κινούμενον κινεῖται ἐκ τινος εἰς τι, καὶ πᾶν μέγεθος συνεχές, ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις· διὰ γὰρ τὸ μέγεθος εἶναι συνεχὲς καὶ ἡ κίνησις ἐστὶ συνεχής. διὰ δὲ τὴν κίνησιν καὶ ὁ χρόνος· ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος ἀεὶ δοκεῖ γεγονέναι.