Ancient Greek
86.4
Eudemus, Fragmenta 86.4
Unproofread scanNot analysed yet
Simplicius fol. 169. πρὸς δὲ τὰ ὑπ’ Ἀριστοτέλους λεγόμενα ἀπορήσειεν ἄν τις, πρῶτον μὲν πῶς ἐν τῷ προτέρῳ καὶ ὑστερῷ τῆς κατὰ τόπον κινήσεως τίθεται τὸν χρόνον ὡς ὁλος τὸ ἀπὸ τοῦ ἐν τόπῳ πρότερον καὶ ὑστερον τὴν θέσιν ἔχοντος ἐπὶ τὸ τῆς κινήσεως πρότερον καὶ ὑστερον μετελθεῖν, καίτοι τοῦ χρόνου οὐχ ἐν τῇ τοπικῇ μόνῃ ἀλλ’ ἐν πάσῃ κινήσει θεωρουμένου . . . . πρὸς δὲ τὸ πρῶτον λέγομεν ὅτι κἂν πᾶσα κίνησις χρόνῳ μετρήται, ἀλλ’ ὡςπερ ἐναργεστέρα τῶν ἄλλων ἐστὶ κινήσεων ἡ κατὰ τόπον, οὕτω καὶ ὁ χρόνος ἐναργέστερος ὁ ταύτῃ τῇ κινήσει συνὤν τοῦ τὰς ἄλλας κινήσεις συνόντος χρόνου. μήποτε δὲ ἀχριβέστερον σκοποῦντι καὶ αἱ ἄλλαι πᾶσαι κινήσεις οἷον αὔξησις γένεσις ἀλλοίωσις ὑπὸ τοῦ χρόνου μετροῦνται· τούτου τοῦ ἐν τοπικῇ κινήσει συνόντος· ὥραις γὰρ καὶ ἡμέραις καὶ μησὶ καὶ ἐνιαυτοῖς καὶ τῶν ἄλλων κινήσεων ὁρίζομεν τὴν παράτασιν. ὁ μέντοι Εὐδήμος ἐν τῷ τρίτῳ τῶν φυσικῶν τάδε γέγραφε·