Ancient Greek
87.2
Eudemus, Fragmenta 87.2
Unproofread scanNot analysed yet
περὶ δὲ χρόνου τάχ’ ἄν τις ἀπορήσειε, τίνος ἢ ποίας κινήσεως ἀριθμὸς ἐστιν. οὐ δὴ φαίνεται μιᾶς τινος, ἀλλ’ ὁμοίως πάσης. παντὸς γὰρ ἐστιν ὁμοίως ἀριθμὸς ἐν ᾧ τὸ πρότερον καὶ ὑστερον, τοῦτο δὲ κοινὸν τῆς κινήσεως. ὡςπερ θνητοῦ ζῴου ἐπιστήμη οὐκ ἐστὶν ἵππου οὐδὲ ἀνθρώπου οὐδὲ ἄλλου τῶν εἰδῶν οὐδενὸς ἀλλὰ τοῦ καθόλου, οὕτως οὐδὲ χρόνος τῆσδὲ τινος κινήσεως ἀριθμὸς ἀλλ’ ὁμοίως πάσης. ἐστι δὴ πανταχοῦ καὶ ὁμοίως ἄν ἡττοῦν κίνησις. οὐ μὴν ἀλλὰ πρῶτως καὶ μᾶλλον τῆς προτέρας καὶ ὁμαλωτέρας· ἐν ὥρισμένοις γὰρ γνωριμώτερος γίνεται.