Ancient Greek
87.3 to 88.1
Eudemus, Fragmenta 87.3-88.1
Unproofread scanNot analysed yet
ταῦτα σαφῶς οὕτω τοῦ Εὐδήμου γεγραφότος ἀξίων ἐπιστήσαι. τί τὸ καθόλου τοῦτο. εἰ μὲν γὰρ ἐστιν ἐν ὑποστάσει ἢ καθόλου κίνησις, διὰ τί μὴ καὶ ἄνθρωπος καὶ ἵππος καὶ τῶν ἄλλων ἕκαστον, διὰ τί δὲ μὴ ὥσπερ ἡ κίνησις ἡ μὲν καθόλου, ἡ δ᾽ ἴδιος, οὕτω καὶ χρόνος ὁ μὲν κοινός, ὁ δὲ ἴδιος. εἰ δὲ τὸ καθόλου τῆς κινήσεως ἢ οὐδὲν ἢ ὑστερον, ὡς δὲ ἔχει ἡ κίνησις. ἔχει καὶ ὁ χρόνος, καὶ οὕτως ἄρα ἢ οὐδὲν ἢ ἐπίνοια μόνον.