Ancient Greek
99.5
Eudemus, Fragmenta 99.5
Unproofread scanNot analysed yet
Simplicius fol. 217. ἐφεξῆς ἐστιν ὧν οὐδὲν μεταξὺ ἐστι συγγενὲς ὡς οἰκίαι ἐφεξῆς ἀλλήλαις ὧν μὴ ἐστιν οἰκία τις μεταξὺ κλὺν δένδρου ἢ ἄλλοτι μεταξὺ τυχάνη ἢ ἀργὸς τόπος. τῶν δὲ στιγμῶν ἐστὶ τι μεταξὺ ὁμογενὲς γραμμὴ καὶ τῶν νῦν χρόνος. συνάγεται οὖν ὅτι οὔτε αἱ στιγμαὶ ἐφεξῆς εἰσιν οὔτε τὰ νῦν. καὶ ὅτι μὲν μεταξὺ δύο στιγμῶν πανταχοῦ γραμμὴ ἐστι, καὶ μεταξὺ δυοῖν νῦν χρόνος πρόδηλον, πῶς δὲ ὁμογενὴς ἡ γραμμὴ ταῖς στιγμαῖς; ἡ ὡς πέρας ἔχειν φ οὐ ἐστὶ πέρας, ὡς ἐν Ἡλιxoῖς τὴν ἡδονὴν συγγενῆ τὴν οἰκείαν ἔδειξε τῇ ἐνεργείᾳ ἥς ἐστι πέρας. ἀλλ’ εἰ τὸ μὲν σημεῖον ὁμογενὲς τῇ γραμμῇ, τὸ δὲ νῦν τῷ χρόνῳ, ποσὰ δὲ ἡ γραμμὴ καὶ ὁ χρόνος, ποσὰ ἄν εἴη καὶ τὸ σημεῖον καὶ τὸ νῦν, εἰ μὴ ἄρα ὑπὸ τὸ ποσόν, καὶ ταῦτα ὡς ποσοῦ πέρατα. ὑπὸ γὰρ τίνα ἄν ἄλλην εἴη κατηγορίαν, εἴπερ χωρὶ πάν τὸ ἐν ὑποστάσει ὑπὸ τινα τῶν δέκα κατηγοριῶν ἀναχθῆναι. καὶ εἰ ἐν παντὶ χρόνῳ ἐστὶ νῦν καὶ ἐν πάσῃ γραμμῇ σημεῖον, ὧν μεταξὺ ἐστι γραμμὴ καὶ χρόνος, τούτων μεταξὺ ἄν εἴη σημεῖον καὶ τὸ νῦν, εἰ μὴ ἄρα δυνάμει καὶ οὐχ ἐνεργείᾳ ἐστιν ἐν τῇ γραμμῇ στιγμὴ καὶ ἐν τῷ χρόνῳ τὸ νῦν, ἢ τὸ δυνάμει ἄν δύναται καὶ ἐνεργείᾳ γίνεσθαι. ὁ δὲ Εὐδήμος τῷ ἐπιχειρήματι οὕτως ἐχρῆσατο·