Ancient Greek
198.8
Eumelus Epic., Fragmentum 198.8
Unproofread scanNot analysed yet
ἢ παῖς ἢ νίᾶνός· ὁ δ᾽ ὤχετο Κολχίδα γαῖαν. Paus. II, 3, 10 (8): Εὐμηλος δὲ Ἥλιον ἔφη δοῦναι τὴν χώραν Ἀλωεῖ μὲν τὴν Ἀσωπίαν, Αἴτῃ δὲ τὴν Ἐφυραίαν· καὶ Αἴτην ἀπίοντα ἐς Κόλχους παρακαταθέσθαι Βοῦνφ τὴν γῆν. Βοῦνον δὲ Ἐρμοῦ καὶ Ἀλκιδαμείας εἶναι, καὶ ἐπεὶ Βοῦνος ἐτελεύτησεν, οὕτως Ἐπωπέα τὸν Ἀλωέως καὶ τὴν Ἐφυραίων σχεῖν ἀρχήν· Κορίνθου δὲ ὕστερον τοῦ Μαραθῶνος οὐδένα ὑπολιπομένου παῖδα, τοὺς Κορινθίους, Μήδειαν μεταπεμωμένους ἐξ Ἰωλκοῦ παραδοῦναι οἱ τὴν ἀρχήν· βασιλεύειν μὲν δὴ δι’ αὐτὴν Ἰάσωνα ἐν Κορίνθῳ, Μηδεία δὲ παῖδας μὲν γίνεσθαι, τὸ δὲ ἀεὶ τικτόμενον κατακρύπτειν αὐτὸ ἐς τὸ ἱερὸν φέρουσαν τῆς Ἥρας. κατακρύπτειν δὲ ἀθανάτους ἔσεσθαι νομίζουσαν1)· τέλος δὲ αὐτὴν τε μαθεῖν ὡς ἡμαρτήκοι τῆς ἐλπίδος, καὶ ἄμα ὑπὸ τοῦ Ἰάσονος φθαρθεῖσαν, οὐ γὰρ αὐτὸν ἔχειν δεομένην συγγνώμην. ἀποπλέοντα δὲ ἐς Ἰωλκὸν