Ancient Greek
200.1 to 201.4
Eumelus Epic., Fragmentum 200.1-201.4
Unproofread scanNot analysed yet
οἴχεσθαι. τούτων δὲ ἕνεκα ἀπελθεῖν καὶ Μήδειαν παραδούσαν Σισύφῳ τὴν ἀρχὴν. τάδε μὲν οὕτως ἔχοντα ἐπελεξάμην. Cf. Schol. ad Eur. Med. 10. 20. Schol. Laur. ad Apoll. Rhod. I, 146 de Leïa: Γλαΐκου δὲ αὐτὴν τοῦ Σισύφου εἶναι πατρὸς ἐν Κορινθιακοῖς λέγει Εὐμῆλος καὶ Παντειδνίας μητρός. ἱστορῶν ὅτι τῶν ἵππων ἀπολομένων ἦλθεν εἰς Λακεδαίμονα ὁ Γλαΐκος καὶ ἐκεῖ ἐμίγη Παντειδνία, ἣν ὕστερον γῆμασθαι Θεστίῳ καὶ ποιῆσαι τὴν Λήδαν γόνῳ μὲν¹) οὖσαν Γλαΐκου, λόγῳ δὲ Θεστίου. ²) Schol. Laur. ad Apoll. Rhod. II, 946 [p. 436, 15 Keil]: Ἐν δὲ τοῖς Ὀρφικοῖς Ἄρεως καὶ Αἰγίνης γενεαλογείται (ἢ Σινώπη)· κατὰ δὲ τινὰς Ἄρεως καὶ Παρνάσσης· κατ’ Εὐμῆλον καὶ Ἀριστοτέλην Ἄσωποῦ. Τὸν δ’ ἔλεν ἄμφασίῃ ὁπλῇ στιβαροῖο σόλοιο, Αἴγην. οἱ δ’ ὥστε θεοὶ κύνες ἀμφιθορόντες ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δ’ ἐπὶ γαῖαν μητέρα πίπτον ἑοῖς ὑπὸ δοῦρασιν ἤυτε πεῖχαι ἢ δρύες, ἃς τ’ ἀνέμοιο καταῖξες δορεύουσι.