Ancient Greek
15.1 to 21.3
Euphorion Epic., Fragmenta 15.1-21.3
Unproofread scanNot analysed yet
ὦ δὴ μεθ’ ἕκτην γένναν αὐθαίμων ἔμός, εἰς τις παλαιστής, συμβαλὼν ἄλκην δορὸς πόντου τε καὶ γῆς κεῖς διαλλαγὰς μολὼν πρέσβιστος ἐν φίλοισιν ὕμνηθήσεται, σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών. ἵππον δ' Ἀργείοισι παλαίφατον εὐρεν Ἐπειός· εἰ μὲν γὰρ μιν ἔατε μένειν αὐτοῦ ἐνὶ χώρῃ, Τροίην θέσφατόν ἐστιν ἔλειν πόλιν ἔγχος Ἀχαιῶν· εἰ δέ μιν ἄγνὸν ἄγαλμα λάβη νηοῖσιν Ἀθηνῇ, φεύξονται προφυγόντες ἀνηνύστοις ἐπ' ἀέθλοις.