Ancient Greek
23.1
Euphorion Epic., Fragmenta 23.1
Unproofread scanNot analysed yet
Χοιρίλος Ἀντιμάχου πολὺ λείπεται, ἀλλ’ ἐπὶ πᾶσι Χοι ρίλον Εὐφορίων εἶχε διὰ στόματος. Suidas Εὐφορίων Πολυμνήστου Χαλκιδεύς ἀπ’ Εὐβοίας, μαθητὴς ἐν τοῖς φιλοσόφοις Λακύδου καὶ Πρυτάνιδος καὶ ἐν τοῖς ποιητικοῖς Ἀρχεβούλου τοῦ Θηραίου ποιητοῦ, οὗ καὶ ἐρωμενος λέγεται γενέσθαι. ἐγεννήθη δ’ ἐν τῇ ὁκς’ ὀλυμπιάδι, ὅτε καὶ Πύρρος ἠττήθη ὑπὸ Ῥωμαίων. καὶ ἐγένετο τὴν ἰδέαν μελίχρους, πολυσάρκος, κακοσκελῆς. τῆς δ’ Ἀλεξάνδρου, τοῦ βασιλεύσαντος Εὐβοίας, υἱοῦ δὲ Κρατεροῦ, γυναικὸς Νικαίας στερξάσης αὐτόν, εὐπορος σφόδρα γεγονὼς ἦλθε πρὸς Ἀντίοχον τὸν μέγαν ἐν Συρίᾳ βασιλεύοντα καὶ προέστη ὑπ’ αὐτοῦ τῆς ἐκείσε δημοσίας βιβλιοθήκης. καὶ τελευτήσας ἐκεῖ τέθαρται ἐν Ἀπαμείᾳ, ὡς δὲ τινες ἐν Ἀντιοχίᾳ. βιβλία δ’ αὐτοῦ ἐπικὰ ταῦτα· Ἡσίοδος· Μοωποτία ἢ Ἀτακτα· ἔχει γὰρ συμμιγεῖς ἱστορίας, Μοωποτία δ’· ὅτι ἡ Ἀττικὴ τὸ πρὶν Μοωποτία ἐκαλεῖτο ἀπὸ τῆς Ὠκεανοῦ θυγατρὸς Μοωποτίας, καὶ ὁ λόγος τοῦ ποιήματος ἀποτείνεται εἰς τὴν Ἀττικήν. Χιλιάδες· ἔχει δ’ ὑπόθεσιν εἰς τοὺς ἀποστερήσαντας αὐτὸν χρήματα, ἃ παρέθετο, ὡς δίκην δοῖεν κἂν εἰς μακράν· εἶτα συνάγει διὰ χιλίων ἐτῶν χρησμοὺς ἀποτελεσθέντας. εἰσὶ δὲ βιβλία ε’. ἐπιγράφεται δ’ ἡ πέμπτη χιλιάς [περὶ χρησμῶν, ὡς διὰ χιλίων ἐτῶν ἀποτελοῦνται].