Ancient Greek
58.5
Euphorion Epic., Fragmenta 58.5
Unproofread scanNot analysed yet
Schol. Theocr. XVI 34 τὰ δὲ περὶ Ἀλεύαν τὸν Σίμου πάντα ἀνείλεκται Εὐφορίων. ΠΕΡΙ ΙΣΘΜΙΩΝ. Athen. IV p. 182 E Εὐφορίων δὲ ὁ ἐποποιὸς ἐν τῷ περὶ Ἰσθμίων 'οἱ νῦν', φησίν, 'καλούμενοι ναβλισταὶ καὶ πανδουρισται καὶ σαμβικισταὶ καινῷ μὲν οὐδενὶ χρῶνται ὀργάνῳ'. τὸν γὰρ βάρμυον καὶ βάρβιτον, ὧν Σαπφῶ (fr. 154) καὶ Ἀνακρέων (fr. 143) μνημονεύουσι, καὶ τὴν μάγαδιν καὶ τὰ τρίγωνα καὶ τὰς σαμβύκας ἀρχαῖα εἶναι· ἐν γοῦν Μιτυλῆνῃ μίαν τῶν Μουσῶν πεποιηθῆναι ὑπὸ Λεσβοθέμιδος ἔχουσαν σαμβύκην.