Ancient Greek
59.3 to 60.8
Euphorion Epic., Fragmenta 59.3-60.8
Unproofread scanNot analysed yet
Athen. XIV p. 635 A Εὐφορίων δὲ ἐν τῷ περὶ Ἰσθμίων παλαιὸν μὲν φησι τὸ ὄργανον εἶναι τὴν μάγαδιν, μετασκευασθῆναι δ' ὧνέ ποτε καὶ σαμβύκην μετονομασθῆναι. πλεῖστον δ' εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλῆνῃ, ὡς καὶ μίαν τῶν Μουσῶν ἔχουσαν αὐτὸ ὑπὸ Λεσβοθέμιδος ποιηθῆναι, ἀρχαίου ἀγαλματοποιοῦ. Ibid. F Εὐφορίων τε ἐν τῷ περὶ Ἰσθμίων. τὰ πολύχορδα φησι τῶν ὀργάνων ὀνόμασι μόνον παρηλλάχθαι, παμπάλαιον δ' αὐτῶν εἶναι τὴν χρῆσιν. Athen. XIV p. 633 F περὶ σαμβύκης ἔφη ὁ Μασσούριος ὀξύφθογγον εἶναι μουσικὸν ὄργανον τὴν σαμβύκην, διειλέχθαι τε περὶ αὐτοῦ Εὐφορίωνα τὸν ἐποποιὸν ἐν τῷ περὶ Ἰσθμίων, χρήσθαι φήσας αὐτῇ Πάρθους καὶ Τρωγλοδύτας τετραχόρδῳ ὄντι· ἱστορεῖν δὲ τοῦτο Πυθαγόραν ἐν τῷ περὶ τῆς Ἑρυθρᾶς Θαλάσσης. ΠΕΡΙ ΜΕΛΟΠΟΙΩΝ. Athen. IV p. 184 A Εὐφορίων δ' ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμὴν εὑρεῖν, τινὰς δ' ἱστορεῖν Σεῦθην καὶ Ῥωνάκην τοὺς Μαϊδοὺς, τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον. τῆς μὲν +τῶν, ὅσα φύει εὐδείελος αἴα, ἡ φύλλ' ἡ ποίη, ὅτεω ἐχρίμματο λύθρον, ὡς πυρὶ καρφόμενον ψαφαρὴ ἰνδάλλετο τέφρη. Schol. Dion. Perieg. 64 αὗται δὲ (αἱ στήλαι Ἡρακλέους) πρότερον Κρόνου ἐλέγοντο στήλαι, διὰ τὸ μέχρι τῶν τῆδε ὁρίζεσθαι δήθεν τὴν ἀρχὴν αὐτοῦ· δεύτερον δὲ ἐλέχθην Βριάρεω, ὡς φησὶν Εὐφορίων· τρίτον δὲ Ἡρακλέους.