Ancient Greek
80.4 to 81.2
Euphorion Epic., Fragmenta 80.4-81.2
Unproofread scanNot analysed yet
Schol. Dionys. Perieg. 420 καὶ ταύτην τὴν Κορινθίαν (sc. θάλασσαν) Σαρωνίδα καλοῦσιν, ὡς μὲν Εὐφορίων φησίν, ἐπειδὴ Σάρων τις κυνηγὸς ἐπιδιώκων ἐκεῖθεν κατεκρημνίσθη εἰς θάλασσαν, καὶ διὰ τοῦτο Σαρωνικὸν κληθῆναι τὸ πέλαγος. ὅφρα κε μαντεύοιτο μεθ' υἱάσι Βοιωτοῖο, τὸν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη, Βοιωτὸν δ' ὄνόμηνε· τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρώῃσι βοῶν ἀπεθῆκατο κόπροισ. Steph. Byz. s. v. Βοιωτία p. 173, 9 γενέσθαι δὲ φασὶ Βοιωτὸν Ἰτύωνος τοῦ Ἀμφικτύονος, τοῦ κατ' αὐτὸν νεωτέρου τῶν Δευκαλίωνος καὶ Πύρρας παίδων. Νικοκράτης (sic VPA, Νικόστρατος R) δὲ φησίν, ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων· ὅφρα —κόπροισ'. καὶ Εὐριπίδης τὸν δ' ἄμφι βοῦς βιφέντα Βοιωτὸν καλεῖν' (fr. 489 N.) . Πύραμον ἠχθέντα, πόλιν δ’ ἐκτίσαστο Μαλλόν, ἧς περὶ δῆριν ἔθεντο κακοφράδες ἀλλήλοισι Μόψος τ’ Ἀμφίλοχός τε καὶ ἄκριτα δηνινέντες μοναδὲ ἀλλίστοιο πύλας ἔβαν Ἀϊδονῆος.