Ancient Greek
81.6
Euphorion Epic., Fragmenta 81.6
Unproofread scanNot analysed yet
Schol. Lyc. 440 κατὰ τὸν αὐτὸν δὲ καιρὸν ὁ Ἀμφίλοχος ὁ Ἀμφιαράου υἱὸς καὶ Μόψος οἱ μάντεις ἦλθον εἰς Κιλικίαν. μετὰ δὲ ταῦτα ὁ Ἀμφίλοχος βουλόμενος χωρισθῆναι εἰς τὸ Ἄργος, παρέδωτο τῷ Μόψῳ τὴν βασιλείαν αὐτοῦ, κελεύσας φυλάξει μέχρι ἐνιαυτοῦ ἑνός. πληρουμένου δὲ τοῦ ἐνιαυτοῦ ἦλθεν ὁ Ἀμφίλοχος καὶ οὐ παρεχώρει ὁ Μόψος· διὸ περὶ τούτου πρὸς ἀλλήλους διαφερόμενοι ὑπ’ ἀλλήλων ἀνῃρέθησαν· οὓς θάψαντες οἱ ἐνοικοῦντες πύργον μεταξὺ τῶν τάφων κατεσκεύασαν, ὅπως μηδὲ μετὰ θάνατον ἀλλήλων κοινωνήσωσιν, ὡς καὶ Εὐφορίων ‘Πύραμον’ κτλ.