Ancient Greek
82.2
Euphorion Epic., Fragmenta 82.2
Unproofread scanNot analysed yet
Schol. ABD Hom. E 295 Ἦραν τρεφομένην παρὰ τοῖς γονεύσιν εἰς τῶν γιγάντων βιασάμενος Εὐρυμέδων ἐγκυον ἐποίησεν· ἡ δὲ Προμηθέα ἐγέννησεν. Ζεὺς δὲ ὕστερον γήμας τὴν ἀδελφὴν καὶ γνοὺς τὰ γενόμενα τὸν μὲν Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς δεσμοῖς ἀνήρτησεν. ἡ ἱστορία παρὰ Εὐφορίωνι. Cfr. schol. T ad loc. ἔνιοι δὲ φασί παρθένον οὖσαν Ἦραν ἐρασθῆναι Εὐρυμέδοντος, ἑνὸς τῶν γιγάντων, καὶ ἐξ αὐτοῦ τεκεῖν τὸν Προμηθέα, Δία δὲ ἐγνωκότα τὸν μὲν ταρταρῶσαι, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς σταυρῶσαι.