Ancient Greek
82.3
Euphorion Epic., Fragmenta 82.3
Unproofread scanNot analysed yet
Schol. ABD Hom. N 21 Αἰγᾶς] πόλις Ἀχαΐας ἐν Πελοποννήσῳ, ἔνθα τιμᾶται ὁ Ποσειδῶν, ἄγεται δὲ καὶ Διονύσῳ ἑορτή, ἐν ἧ θαυμάσιον ἐπιτελεῖσθαι φασιν ἔργον, ἐπειδὰν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ· ἄμπελοι γάρ, ἃς καλοῦσιν ἐφημέρους, ἀνισχούσης μὲν ἡμέρας βλαστάνουσι καρπόν, ὥστε δρέποντας αὐτοὺς ἑσπέρας οἶνον ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.