Ancient Greek
83.1
Euphorion Epic., Fragmenta 83.1
Unproofread scanNot analysed yet
Schol. AD Hom. Ω 602 Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου, γυνὴ δὲ Ἀμφίωνος, γαμηθεῖσα δὲ τῷ Ἀμφίωνι παῖδας ἔσχε δέκα δύο· ἐπαρθεῖσα δὲ τῇ πλήθει τῶν παίδων καὶ τῇ καλλωνῇ ὑνεῖδιζε τῇ Λητοῖ, ὅτι δύο μόνους ἐγέννησεν, Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ ὅτι εὐτεκνωτέρα αὐτῆς ἐστιν. ἀγανακτήσασα δὲ ἡ θεὸς ἐπεμψεν ἰοὺς τοῖς παισὶν αὐτῆς· καὶ Ἀπόλλων μὲν τοὺς ἄρρενας ἀναιρεῖ κυνηγετοῦντας ἐν τῷ Κιθαιρώνι, Ἄρτεμις δὲ τὰς θηλείας ἐπ’ οἴκου οὔσας. θρηνοῦσαν οὖν τὴν Νιόβην τὸ τοιοῦτο δυστύχημα Ζεὺς ἐλεήσας εἰς λίθον μετέβαλεν, ὡς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρὰ πάντων πηγὰς δακρύων προῖεμένη. ἡ ἱστορία παρὰ Εὐφορίωνι.