Ancient Greek · ~1 min
Fragment 187
Euripides, Fragmenta 187
Not analysed yet
ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
τὰ μὲν κατ’ οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ,
μολπαῖσι δ’ ἡσθεὶς τοῦτ’ ἀεὶ θηρεύεται,
ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,
φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται,
ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.