Ancient Greek · ~1 min
Fragment 188
Euripides, Fragmenta 188
Not analysed yet
ἀλλ’ ἐμοὶ πιθοῦ·
παῦσαι μελῳδῶν, πολέμων δ’ εὐμουσίαν
ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις φρονεῖν,
σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν,
ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς σοφίσματα,
ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.