Ancient Greek · ~3 min
Fragment 285
Euripides, Fragmenta 285
Not analysed yet
ἐγὼ τὸ μὲν δὴ πανταχοῦ θρυλούμενον
κράτιστον εἶναι φημὶ μὴ φῦναι βροτῷ·
τρισσῶν δὲ μοιρῶν ἐγκρινῶ νικᾶν μίαν,
πλούτου τε χὥτῳ σπέρμα γενναῖον προσῇ
πενίας τ’· ἀριθμὸν γὰρ τοσόνδε προυθέμην.
ὁ μὲν ζάπλουτος, εἰς γένος δ’ οὐκ εὐτυχής,
ἀλγεῖ μὲν ἀλγεῖ, παγκάλως δ’ ἀλγύνεται
ὄλβου διοίγων θάλαμον ἥδιστον χερί.
ἔξω δὲ βαίνων τοῦδε τὸν πάρος χρόνον
πλουτῶν ὑπ’ ἄτης ζεῦγλαν ἀσχάλλει πεσών.
ὅστις δὲ γαῦρον σπέρμα γενναῖόν τ’ ἔχων
βίου σπανίζει, τῷ γένει μὲν εὐτυχεῖ,
πενίᾳ δ’ ἐλάσσων ἐστίν, ἐν δ’ ἀλγύνεται
φρονῶν, ὑπ’ αἰδοῦς δ’ ἔργ’ ἀπωθεῖται χερῶν.
ὁ δ’ οὐδὲν οὐδείς, διὰ τέλους δὲ δυστυχῶν
τοσῷδε νικᾷ· τοῦ γὰρ εὖ τητώμενος
οὐκ οἶδεν, ἀεὶ δυστυχῶν κακῶς τ’ ἔχων.
οὕτως ἄριστον μὴ πεπειρᾶσθαι καλῶν.
ἐκεῖνο γὰρ μεμνήμεθ’ · οἷος ἦν ποτε
κἀγὼ μετ’ ἀνδρῶν ἡνίκ’ ηὐτύχουν βίῳ