Ancient Greek · ~2 min
Fragment 286
Euripides, Fragmenta 286
Not analysed yet
φησίν τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς;
οὐκ εἰσίν, οὐκ εἶσ’, εἴ τις ἀνθρώπων θέλει
μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ.
σκέψασθε δ’ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις
γνώμην ἔχοντες. φήμ’ ἐγὼ τυραννίδα
κτείνειν τε πλείστους κτημάτων τ’ ἀποστερεῖν
ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις·
καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ’ εὐδαίμονες
τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν.
πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς,
αἳ μειζόνων κλύουσι δυσσεβεστέρων
λόγχης ἀριθμῷ πλείονος κρατούμεναι.
οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς
εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον,
τὰ θεῖα πυργοῦσιν αἱ κακαί τε συμφοραί.