Ancient Greek · ~1 min
Fragment 316
Euripides, Fragmenta 316
Not analysed yet
γύναι, καλὸν μὲν φέγγος ἡλίου τόδε,
καλὸν δὲ πόντου χεῦμ’ ἰδεῖν εὐήνεμον,
γῆ τ’ ἠρινὸν θάλλουσα πλούσιόν θ’ ὕδωρ,
πολλῶν τ’ ἔπαινον ἔστι μοι λέξαι καλῶν·
ἀλλ’ οὐδὲν οὕτω λαμπρὸν οὐδ’ ἰδεῖν καλὸν
ὡς τοῖς ἄπαισι καὶ πόθῳ δεδηγμένοις
παίδων νεογνῶν ἐν δόμοις ἰδεῖν θάλος.