Ancient Greek · ~1 min
Fragment 317
Euripides, Fragmenta 317
Not analysed yet
καὶ νῦν παραινῶ πᾶσι τοῖς νεωτέροις
μὴ πρὸς τὸ γῆρας ἀναβολὰς ποιουμένους
σχολῇ τεκνοῦσθαι παῖδας· οὐ γὰρ ἡδονή,
γυναικί τ’ ἐχθρὸν χρῆμα πρεσβύτης ἀνήρ·
ἀλλ’ ὡς τάχιστα. καὶ γὰρ ἐκτροφαὶ καλαὶ
καὶ συννεάζων ἡδὺ παῖς νέῳ πατρί.