Ancient Greek · ~1 min
Fragment 326
Euripides, Fragmenta 326
Not analysed yet
ἀρ’ οἶσθ’ ὁθούνεχ’ οἱ μὲν εὐγενεῖς βροτῶν
πένητες ὄντες οὐδὲν ἀλφάνουσ’ ἔτι,
οἳ δ’ οὐδὲν ἦσαν πρόσθεν, ὄλβιοι δὲ νῦν,
δόξαν φέρονται τοῦ νομίσματος χάριν
καὶ συμπλέκοντες σπέρμα καὶ γάμους τέκνων;
δοῦναι δὲ πᾶς τις μᾶλλον ὀλβίῳ κακῷ
πρόθυμός ἐστιν ἢ πένητι κἀγαθῷ.
κακὸς δ’ ὁ μὴ ἔχων, οἱ δ’ ἔχοντες ὄλβιοι.