Ancient Greek · ~1 min
Fragment 327
Euripides, Fragmenta 327
Not analysed yet
φιλοῦσι γάρ τοι τῶν μὲν ὀλβίων βροτοὶ
σοφοὺς τίθεσθαι τοὺς λόγους, ὅταν δέ τις
λειτῶν ἀπ’ οἴκων εὖ λέγῃ πένης ἀνήρ,
γελᾶν· ἐγὼ δὲ πολλάκις σοφωτέρους
πένητας ἄνδρας εἰσορῶ τῶν πλουσίων
καὶ 〈τοὺς〉 θεοῖσι μικρὰ θύοντας τέλη
τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους.