Ancient Greek · ~1 min
Fragment 491
Euripides, Fragmenta 491
Not analysed yet
ἴστω δ’ ἄφρων ὢν ὅστις ἄτεκνος ὤν τὸ πρὶν
παῖδας θυραίους εἰς δόμους ἐκτήσατο,
τὴν μοῖραν εἰς τὸ μὴ χρεὼν παραστρέφων·
ᾧ γὰρ θεοὶ διδῶσι μὴ φῦναι τέκνα,
οὐ χρὴ μάχεσθαι πρὸς τὸ θεῖον, ἀλλ’ ἐᾶν.