Ancient Greek · ~1 min
Fragment 492
Euripides, Fragmenta 492
Not analysed yet
ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα
ἀσκοῦσι χάριτας κερτόμους· ἐγὼ δέ πως
μισῶ γελοίους, οἵτινες τήτει σοφῶν
ἀχάλιν’ ἔχουσι στόματα, κεὶς ἀνδρῶν μὲν οὐ
τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ’ εὐπρεπεῖς
οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα
ἔσω δόμων σῴζουσι