Ancient Greek · ~1 min
Fragment 493
Euripides, Fragmenta 493
Not analysed yet
ἄλγιστόν ἐστι θῆλυ μισηθὲν γένος·
αἱ γὰρ σφαλεῖσαι ταῖσιν οὐκ ἐσφαλμέναις
αἶσχος γυναιξὶ καὶ κεκοίνωνται ψόγον
ταῖς οὐ κακαῖσιν αἱ κακαί· τὰ δ’ εἰς γάμους
οὐδὲν δοκοῦσιν ὑγιὲς ἀνδράσιν φρονεῖν.